Page images
PDF
EPUB
[merged small][merged small][merged small][merged small][merged small][merged small][subsumed][merged small][graphic][merged small][merged small][merged small][merged small][merged small]

ΧΧ.

ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ.

457, 1. ΑΝΔΡΕΣ δικασταὶ, μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου, ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν] πᾶσα δευτερολογία ἐπ ̓ ἔλαττον ἀσχολεῖται περὶ τὰς προοιμιακὰς ἐννοίας· ἐπιεικῶς γὰρ τὰ λυποῦντα θεραπεύεται παρὰ τῶν λαγχανόντων τοῦ 5 λέγειν τὴν πρώτην χώραν. τῶν δὲ δευτερολογιῶν ἐστὶ διαφορά· αἱ μὲν γὰρ αὐτῶν εἰσιν ἐπίλογοι μόνον, ὥσπερ οἱ κατὰ ̓Αριστογείτονος, πρωταγωνιστοῦντος Λυκούργου, καὶ μικρὰ, μᾶλλον δὲ οὐδὲν καταλιπόντος εἰς ἀπόδειξιν τῶν πραγμάτων τῷ ῥήτορι· αἱ δὲ ἐπ ̓ ἔλαττον μὲν ἔχουσι τὸν ἀγῶνα, ὥσπερ ὁ κατὰ ̓Ανδροτίωνος, διὰ τὸ μὴ πολὺ το διαφέρειν κατὰ τὴν ἐν τοῖς λόγοις ὑπόληψιν Διοδώρου Εὐκτήμονα· ἡ δὲ νῦν ἐξεταζομένη δευτερολογία σχεδὸν τὰ ἀναγκαιότατα τοῦ ἀγῶνος συμπεριλαβοῦσα ἔχει, ὡς δείκνυται ἐκ τῆς ἐργασίας. διὰ ταύτην τὴν αἰτίαν βραχὺ καὶ τὸ προοίμιον ἂν ἐμφαντικὸν γέγονε τῶν ἀναγκαιοτάτων δύο κεφαλαίων, τοῦ τε συμφέροντος καὶ τοῦ δικαίου, ἃ δὴ 15 καὶ κατωνόμασε τὸ μὲν συμφέρον ἐν οἷς ἔλεξεν “ ἕνεκα τοῦ νομίζειν συμφέρειν τῇ πόλει” τὸ δὲ δίκαιον διὰ τῆς συνηγορίας τῆς ὑπὲρ

σε

Scholia quibus siglæ nullæ additæ sunt leguntur in T.C.V.

3. πᾶσα] οὗτος ὁ λόγος τὰ δύο εἴδη ἔχει, τό τε συμβουλευτικὸν καὶ τὸ δικα νικὸν, τάχα δὲ καὶ τὸ πανηγυρικόν. ἔστι δὲ δευτερολογία. πᾶσα δὲ Ρ.

9. αἱ δὲ ἐπ ̓ ἔλαττον μὲν ἔχουσι] Videtur alterum membrum deesse. cujusmodi fuerit: τὰ δὲ ἐπιλογικά

μεταχειρίζουσι. versantur in perorationibus. WOLF.

14. ἂν add. W. Eo omisso post προοίμιον interpunxit et δε post έμε φαντικόν addidit P.

16. τὸ μὲν οὖν συμφέροντῇ πόλει add. W. : quod recepi, omisso οὖν.

H h

Χαβρίου παιδὸς δεδήλωκεν. ἐμνημόνευσε δὲ καὶ τοῦ νομίμου ἐν ταύ τῷ. διὰ μὲν οὖν τοῦ νόμου τὸ νόμιμον, διὰ δὲ τοῦ συμφέροντος τὸ λυσιτελοῦν τῇ πόλει, διὰ δὲ τοῦ Χαβρίου παιδὸς τὸ δίκαιον.

457, 3. εἶτα καὶ τοῦ παιδὸς] ἀπολαυέτω, φησὶ, τοῦ κοινοῦ συμφέροντος καὶ ὁ παῖς τοῦ εὐεργέτου. ὀνίνησιν ἡ γραφὴ καὶ τὴν πόλιν 5 ὅλην καὶ τοῦ στρατηγοῦ τὸν υἱόν. τὸν δὲ Χαβρίαν ὀνομάζει κρύπτων τοῦ παιδὸς τὴν προσηγορίαν, ἤτοι ὅτι νέος ἦν κομιδῆ καὶ οὐδὲν τέως πράξας, καὶ διὰ τοῦτο οὐκ ἦν αἰδέσιμος τοῖς ἀκούουσι· καὶ εἰκότως αὐτὸν ἀπὸ τοῦ γεγεννηκότος κοσμεῖ, καθάπερ τινὰ κλῆρον συμπλάττων τὸ γέρας αὐτῷ. πρέπον οὖν ἡγήσατο ἀπὸ τοῦ στρατηγήσαντος το καὶ κεκοσμημένου ταῖς παρὰ τῆς πόλεως τιμαῖς καὶ ἐνδοξοτέρου τὴν συνηγορίαν ποιήσασθαι· διὰ γὰρ τὸν πατέρα καὶ ὁ παῖς λαβεῖν ἀγω‐ νίζεται. ὅτε μὲν οὖν οἱ παῖδες ἐνδοξότεροι τῶν πατέρων εἰσὶν, ἀπὸ τῶν παίδων πολλάκις ἐπὶ τοὺς πατέρας ἡ φιλοτιμία χωρεῖ· ὅταν δὲ οἱ πατέρες διδῶσι τοῖς παισὶ σεμνύνεσθαι, τότε ἀπὸ τῶν ἐνδόξων 15 ἐπιχειρητέον. οὔπω γὰρ στρατηγὸς ὁ Κτήσιππος οὐδὲ λαμπρὸς ἐν κατορθώμασιν. εἰκότως οὖν ἀπ ̓ ἐκείνου μᾶλλον ἡ μνήμη· οὐ γὰρ ὅτι ἄσωτος ἦν ὁ παῖς, ὥς φασί τινες, ἔκρυψε τὴν προσηγορίαν. εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν ὅλως ἦγεν εἰς ὄψιν· νῦν δὲ καὶ νομοθετεῖ καὶ παρεστηκε. καὶ πάντως ὄψις ἀκοῆς ἐναργεστέρα.

απ

ὡμολόγησα τούτοις] τοῖς περὶ τῆς ἀτελείας κινδυνεύουσιν, ἢ, ὥς τινες, Κτησίππῳ καὶ ̓Αφεψίωνι, ἀντεισφέρουσι τὸν ἀμείνω νόμον. υἱὸς δὲ Βαθίππου ὁ ̓Αφεψίων, ἑλόμενος τὴν γραφὴν ὡς διάδοχος τοῦ πατρὸς, εἶτα ἰδιώτης ὢν, συνήγορον τὸν Φορμίωνα ἐκάλεσεν.

[blocks in formation]

20

αν

457, 4. ὡς ἂν οἷός τε ω] τὸ κατὰ δύναμιν εἰσφέρω, φησί μὴ ζήτει τὸ πλέον.

ἔστι δ' οὐκ ἄδηλον] ἀντιθέσεις τοῦ δικαίου ἢ ἀντιπρότασις. Τ. πρώτη ἀντίθεσις τοῦ δικαίου. B.R.S.Y. τεχνικὸν θεώρημα παρέδω κεν ἡμῖν ὁ ῥήτωρ ἐν τῷ κατ ̓ ̓Ανδροτίωνος, ἐν τῷ περὶ στεφάνου, κἀν- 5 ταῦθα. εὐθὺς γὰρ μετὰ τὰς προοιμιακὰς ἐννοίας ἄρχεται τῶν ἀντιθέσεων· διὰ μὲν δὴ ταύτην τὴν αἰτίαν ἐκ τῶν ἀντικειμένων ἄρχεται. δύο δὲ προκειμένων κεφαλαίων, τοῦ τε δικαίου καὶ τοῦ συμφέροντος, οὐκ ἀπὸ τοῦ συμφέροντος ἄρχεται, χωρεῖ δὲ μᾶλλον ἐπὶ τὸ δίκαιον, ὅτι λυπεῖ μᾶλλον αὐτὸν τὸ συμφέρον, πλείστην ἰσχὺν παρέχον Λεπτίνῃ, συναγωνίζεται δὲ αὐτῷ τὸ δίκαιον. διὰ τοῦτο φυγὼν τὴν πρὸς ἐκεῖνο τὸ κεφάλαιον μάχην πλέκεται τὸ ὑπὲρ αὑτοῦ· καὶ οὐ διὰ τοῦτο μόνον τὸ θεώρημα, ἀλλὰ καὶ δι ̓ ἕτερον. ἐπειδὴ γὰρ ὁ νόμος αὐτὸς, ὃν εἰσφέρει Δημοσθένης ὑπὲρ Κτησίππου καὶ Φορμίωνος, τοῦτ ̓ ἐπαγγέλλεται τοῦ κρίσεις εἶναι κατὰ τῶν ἀναξίως δοκούντων 15 εἰληφέναι δωρεάς, εὐθὺς ἐκ τῆς ἀντιθέσεως την σύστασιν τοῦ νόμου προὔθηκεν, ἵνα μὴ φαίνηται αὐτὸς εἰσάγων τὸν νόμον, ἀλλὰ παρὰ Λεπτίνου φαίνηται τὸ περὶ αὐτὸν νομοθετεῖν ἀπαιτούμενος οὕτως. δοκῶν δὲ συντρέχειν δείκνυσιν ἄτοπον ὂν διὰ τοὺς ὀλίγους ἀναξίους ἀφαιρεῖσθαι τοὺς πλείονας. ὅταν γὰρ φιλονεικῇ δεῖν καὶ 20 τοὺς ἀναξίους μὴ ἔχειν, τότε μάλιστα συνίστησι τοὺς δικαίως ἔχοντας δεῖν ἔχειν. δείκνυσι δὲ τὴν πόλιν μὴ περὶ τούτου τοῦ μέρους κινδυνεύουσαν μόνον, ἀλλὰ καὶ περὶ πάσης τῆς πολιτείας καὶ τῆς ἀξίας. σύνηθες γὰρ αὐτῷ ταράττειν τὸν ἀκροατὴν ἐν οἷς ἂν φοβῆται τὴν ὑπόθεσιν, καὶ μετάγειν ἐπὶ μείζονας καὶ παραδόξους φόβους· ὡς 25

[merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors][ocr errors][merged small][merged small][merged small]
« PreviousContinue »