Page images
PDF
EPUB
[merged small][ocr errors][merged small]

Cambridge

Greek and Latin Texts.

!

[merged small][merged small][merged small][merged small][graphic][subsumed]

CANTABRIGIAE, DEIGHTON, BELL ET SOC:
LONDINI, WHITTAKER ET SOC: G. BELL ET FILII.
M.DCCC.LXXXIII.

1

[blocks in formation]

Μῆνιν ἄειδε, θεά, Πηληιάδεω ̓Αχιλῆος οὐλομένην, ἣ μυρί' Αχαιοῖς ἄλγε ̓ ἔθηκεν, πολλὰς δ' ιφθίμους ψυχὰς Αϊδι προΐαψεν ὺς ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεύχε κύνεσσιν

οἰωνοῖσί τε πᾶσι, Διὸς δ ̓ ἐτελείετο βουλή,
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ερίσαντε
Ατρείδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Αχιλλεύς.

τίς τ ̓ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι; Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆι χολωθεὶς νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί, οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα

5

10

Ατρείδης. ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν

λυσόμενός τε θύγατρα φέρων τ ̓ ἀπερείσι ̓ ἄποινα, στέμματ ̓ ἔχων ἐν χερσὶ ἑκηβόλου Απόλλωνος

χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Αχαιούς, Ατρείδα δὲ μάλιστα δύω, κοσμήτορε λαών.

15

“ Ατρεΐδα τε καὶ ἄλλοι ἐυκνήμιδες Αχαιοί,
ὑμῖν μὲν θεοὶ δοῖεν Ολύμπια δώματ ̓ ἔχοντες
ἐκπέρσαι Πριάμοιο πόλιν καὶ οἴκαδ ̓ ἱκέσθαι·
παῖδα δ ̓ ἐμοὶ λυσαί τε φίλην τά τ' ἄποινα δέχεσθαι
ἁζόμενοι Διὸς υἱα ἑκηβόλον Απόλλωνα.”

ἔνθ ̓ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Αχαιοί
αἰδεῖσθαί θ ̓ ἱερὴα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
ἀλλ ̓ οὐκ Ατρείδῃ ̓Αγαμέμνονι ἦνδανε θυμῷ,
ἀλλὰ κακῶς ἀφίη, κρατερὸν δ ̓ ἐπὶ μῦθον ἔτελλεν.

B

20

25

« PreviousContinue »