Page images
PDF
EPUB

χρυσέων δ ̓ ἐκ τευχέων ρίψω
γαίας παγὰν,
ἂν ἀποχεύονται
Κασταλίας είναι,

νοτερὸν ὕδωρ βάλλων,
ὅσιος ἀπ ̓ εὐνᾶς ὤν.
εἴθ' οὕτως ἀεὶ Φοίβῳ
λατρεύων μὴ παυσαίμαν, ἢ
παυσαίμαν ἀγαθᾷ μοίρα.
ἔα ἔα.

φοιτῶσ ̓ ἤδη λείπουσίν τε
πτανοὶ Παρνασοῦ κοίτας
αἰδῶ μὴ χρίμπτειν θριγκοῖς
μηδ' εἰς χρυσήρεις οἴκους.
μάρψω σ' αὖ τόξοις, ὦ Ζηνὸς
κήρυξ, ὀρνίθων γαμφηλαῖς
ἰσχὺν νικῶν.

ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσει κύκνος· οὐκ ἄλλα

φοινικοφαῆ πόδα κινήσεις ; οὐδέν σ ̓ ἃ φόρμιγξ & Φοίβου

σύμμολπος τόξων ῥύσαιτ ̓ ἄν· πάραγε πτέρυγας

λίμνας ἐπίβα τᾶς Δηλιάδος

αἱμάξεις, εἰ μὴ πείσει, τὰς καλλιφθόγγους ᾠδάς. ἔα ἔα.

τίς ὅδ ̓ ὀρνίθων καινὸς προσέβα; μῶν ὑπὸ θριγκοὺς εὐναίας καρφηρὰς θήσων τέκνοις ; ψαλμοί σ ̓ εἴρξουσιν τόξων. οὐ πείσει ; χωρῶν ἐν δίναις ταῖς ̓Αλφειοῦ παιδούργει ἢ νάπος Ισθμιον,

ὡς ἀναθήματα μὴ βλάπτηται ναοί θ' οἱ Φοίβου * ;

κτείνειν δ ̓ ὑμᾶς αἰδοῦμαι

τοὺς θεῶν ἀγγέλλοντας φήμας
θνατοῖς· οἷς δ ̓ ἔγκειμαι μόχθοις,

Φοίβῳ δουλεύσω, κοὐ λήξω

τοὺς βόσκοντας θεραπεύων.

ΣΥ. ὄρνιθές τινες οἵδ ̓ οὐδὲν ἔχοντες πτεροποίκιλοι,

τανυσίπτερε ποικίλα χελιδοῖ·

ΠΕ. τουτὶ τὸ κακὸν οὐ φαῦλον ἐξεγρήγορεν.
ὅδ ̓ αὖ μινυρίζων δεῦρό τις προσέρχεται.

ΣΥ. τανυσίπτερε ποικίλα μάλ' αὖθις.
ΠΕ. ἐς θοιμάτιον τὸ σκόλιον ᾄδειν μοι δοκεῖ,
δεῖσθαι δ ̓ ἔοικεν οὐκ ὀλίγων χελιδόνων.
ΣΥ. τίς ὁ πτερῶν δεῦρ ̓ ἐστὶ τοὺς ἀφικνουμένους ;
ΠΕ. ὁδὶ πάρεστιν· ἀλλ ̓ ὅτου δεῖ χρὴ λέγειν.
ΣΥ. πτερῶν πτερῶν δεῖ· μὴ πύθῃ τὸ δεύτερον.
ΠΕ. μῶν εὐθὺ Πελλήνης πέτεσθαι διανοεῖ;
ΣΥ. μὰ Δί', ἀλλὰ κλητήρ εἰμι νησιωτικὸς

καὶ συκοφάντης, ΠΕ. ὦ μακάριε τῆς τέχνης. ΣΥ. καὶ πραγματοδίφης. εἶτα δέομαι πτερὰ λαβὼν κύκλῳ περισοβεῖν τὰς πόλεις καλούμενος. ΠΕ. ὑπὸ πτερύγων τί προσκαλεῖ σοφώτερον ; ΣΥ. μά Δί', ἀλλ ̓ ἵν ̓ οἱ λῃσταί γε μὴ λυπῶσί με, μετὰ τῶν γεράνων τ' ἐκεῖθεν ἀναχωρῶ πάλιν, ἀνθ ̓ ἕρματος πολλὰς καταπεπωκὼς δίκας. ΠΕ. τουτὶ γὰρ ἐργάζει σὺ τοῦργον; εἰπέ μοι, νεανίας ὢν συκοφαντεῖς τοὺς ξένους ; ΣΥ. τί γὰρ πάθω; σκάπτειν γὰρ οὐκ ἐπίσταμαι. ΠΕ. ἀλλ ̓ ἔστιν ἕτερα νὴ Δί' ἔργα σώφρονα, ἀφ ̓ ὧν διαζῆν ἄνδρα χρῆν τοσουτονὶ

ἐκ τοῦ δικαίου μᾶλλον ἢ δικορραφεῖν. ΣΥ. ὦ δαιμόνιε, μὴ νουθέτει μ', ἀλλὰ πτέρου.

Translate literally into English.

(1.) Εἰσὶ δὲ, οἳ λέγουσι τοὺς ἀπ ̓ Αἰγύπτου νικῆσαι Πολυκράτεα· λέγοντες, ἐμοὶ δοκέειν, οὐκ ὀρθῶς. οὐδὲν γὰρ ἔδεε σφέας Λακεδαιμονίους ἐπικαλέεσθαι, εἴπερ αὐτοὶ ἱκανοὶ ἦσαν Πολυκράτεα παραστήσασθαι. πρὸς δὲ τούτοισι, οὐδὲ λόγος αἱρέει, τῷ ἐπίκουροί τε μισθωτοὶ καὶ τοξόται οἰκήιοι ἦσαν πλήθει πολλοὶ, τοῦτον ὑπὸ τῶν κατιόντων Σαμίων, ἐόντων ὀλίγων, ἑσσωθῆναι. τῶν δὲ ὑπ ̓ ἑωυτῷ ἐόντων πολιητέων τὰ τέκνα καὶ τὰς γυναῖκας ὁ Πολυκράτης ἐς τοὺς νεωσοίκους συνειλήσας, εἶχε ἑτοίμους, ἢν ἄρα προδιδῶσι οὗτοι πρὸς τοὺς κατιόντας, ὑποπρῆσαι αὐτοῖσι τοῖσι νεωσοίκοισι. Επεί τε δὲ οἱ ἐξελασθέντες Σαμίων ὑπὸ Πολυκράτεος ἀπίκοντο ἐς τὴν Σπάρ την, καταστάντες ἐπὶ τοὺς ἄρχοντας, ἔλεγον πολλὰ, οἷα κάρτα δεόμενοι. οἱ δέ σφι τῇ πρώτῃ καταστάσει ὑπεκρίναντο, τὰ μὲν πρῶτα λεχθέντα ἐπιλεληθέναι, τὰ δὲ ὕστερα οὐ συνιέναι. μετὰ δὲ ταῦτα, δεύτερα καταστάντες, ἄλλο μὲν εἶπον οὐδὲν, θύλακον δὲ φέροντες, ἔφασαν τὸν θύλακον ἀλφίτων δέεσθαι. οἱ δέ σφι ὑπεκρίναντο, τῷ θυλάκῳ περιειργάσθαι· βοηθέειν δ ̓ ὧν ἔδοξε αὐτοῖσι.

(2.) Ὅτι δὲ πρεσβύτατος ὢν Ιππίας ἦρξεν, εἰδὼς μὲν καὶ ἀκοῇ ἀκριβέστερον ἄλλων ἰσχυρίζομαι, γνοίη δ ̓ ἄν τις καὶ αὐτῷ τούτῳ· παῖδες γὰρ αὐτῷ μόνῳ φαίνονται τῶν γνησίων ἀδελφῶν γενόμενοι· ὡς ὅ τε βωμὸς σημαίνει καὶ ἡ στήλη περὶ τῆς τῶν τυράννων ἀδικίας, ἡ ἐν τῇ ̓Αθηναίων ἀκροπόλει σταθεῖσα· εἰκὸς γὰρ ἦν τὸν πρεσβύτατον πρῶτον γῆμαι. καὶ ἐν τῇ πρώτῃ στήλῃ πρῶτος γέγραπται μετὰ τὸν πατέρα, οὐδὲ τοῦτο ἀπεοικότως διὰ τὸ πρεσβεύειν τε ἀπ ̓ αὐτοῦ καὶ τυραννεῦσαι. οὐ μὴν οὐδ ̓ ἂν κατασχεῖν μοι δοκεῖ ποτὲ Ιππίας τὸ παραχρῆμα ῥᾳδίως τὴν τυραννίδα, εἰ Ιππαρχος μὲν ἐν τῇ ἀρχῇ ὢν ἀπέθανεν, αὐτὸς δὲ αὐθημερὸν καθίστατο· ἀλλὰ καὶ διὰ τὸ πρότερον ξύνηθες τοῖς μὲν πολίταις φοβερόν, ἐς δὲ τοὺς ἐπικούρους ἀκριβές, πολλῷ τῷ περιόντι τοῦ ἀσφαλούς κατεκράτησε, καὶ οὐχ ὡς ἀδελφὸς νεώτερος ὢν ἠπόρησεν, ἐν ᾧ οὐ πρότερον ξυνεχῶς ὡμιλήκει τῇ ἀρχῇ. Ιππάρχῳ δὲ ξυνέβη, τοῦ πάθους τῇ δυστυ χίᾳ ὀνομασθέντα, καὶ τὴν δόξαν τῆς τυραννίδος ἐς τὰ ἔπειτα

2

(3.) Ὅτι μὲν τοίνυν ἀθάνατον ψυχή, καὶ ὁ ἄρτι λόγος καὶ οἱ ἄλλοι ἀναγκάσειαν ἄν· οἷον δ ̓ ἐστὶ τῇ ἀληθείᾳ, οὐ λελωβη μένον δεῖ αὐτὸ θεάσασθαι ὑπό τε τῆς τοῦ σώματος κοινωνίας καὶ ἄλλων κακῶν, ὥς περ νῦν ἡμεῖς θεώμεθα, ἀλλ ̓ οἷόν ἐστι καθαρὸν γιγνόμενον, τοιοῦτον ἱκανῶς λογισμῷ διαθεατέον· καὶ πολύ γε κάλλιον αὐτὸ εὑρήσει, καὶ ἐναργέστερον δικαιοσύνας τε καὶ ἀδικίας διόψεται και πάντα ἃ νῦν διήλθομεν. νῦν δὲ εἴπομεν μὲν ἀληθῆ, περὶ αὐτοῦ, οἷον ἐν τῷ παρόντι φαίνεται·

ἀλλὰ δεῖ, ὦ Γλαύκων, ἐκεῖσε βλέπειν. Ποῖ; ἢ δ ̓ ὅς. Εἰς τὴν φιλοσοφίαν αὐτῆς, καὶ ἐννοεῖν ὧν ἅπτεται καὶ οἵων ἐφίεται ὁμιλιῶν, ὡς ξυγγενὴς οὖσα τῷ τε θείῳ καὶ ἀθανάτῳ καὶ τῷ ἀεὶ ὄντι, καὶ οἷα ἂν γένοιτο τῷ τοιούτῳ πᾶσα ἐπισπομένη καὶ ὑπὸ ταύτης τῆς ὁρμῆς ἐκκομισθεῖσα ἐκ τοῦ πόντου ἐν ᾧ νῦν ἐστί, καὶ περικρουσθεῖσα πέτρας τε καὶ ὄστρεα, ἃ νῦν αὐτῇ, ἅτε γῆν ἑστιωμένῃ, γεηρὰ καὶ πετρώδη πολλὰ καὶ ἄγρια περιπέφυκεν ὑπὸ τῶν εὐδαιμόνων λεγομένων ἑστιάσεων. καὶ τότ ̓ ἄν τις ἴδοι αὐτῆς τὴν ἀληθῆ φύσιν.

(4.) Συνδειπνούντων δ' ἡμῶν ἐν Λαρίσσῃ, εἰς αὑτὸν μὲν ἔσκωπτε καὶ τὴν ἀπορίαν τὴν ἐν τῷ λόγῳ συμβᾶσαν ἑαυτῷ, τὸν δὲ Φίλιππον τῶν ὑπὸ τὸν ἥλιον ἀνθρώπων ἔφη πάντων είναι δεινότατον. συναποφηναμένου δὲ κἀμοῦ τι τοιοῦτον, ὡς μνημονικῶς εἴποι πρὸς τὰ παρ' ἡμῶν ῥηθέντα, Κτησιφῶντος δέ, ὅσπερ ἦν ἡμῶν πρεσβύτατος, ὑπερβολήν τινα ἑαυτοῦ παλαιότητος καὶ πλήθους ἐτῶν εἰπόντος, καὶ προσθέντος ὡς ἐν τοσούτῳ χρόνῳ καὶ βίῳ οὐ πώποθ' οὕτως ἡδὺν καὶ ἐπαφρόδιτον ἄνθρωπον ἑωρακὼς εἴη, ἀνακροτήσας ὁ Σίσυφος ὅδε τὰς χεῖρας, “ ταῦτα “ μέντοι,” ἔφη, ὦ Κτησιφῶν, οὔτ ̓ ἂν σὺ πρὸς τὸν δῆμον εἴποις, οὔτ ̓ ἂν οὗτος,” ἐμὲ δὴ λέγων, “ τολμήσειεν εἰπεῖν πρὸς Αθηναίους, ὡς ὁ Φίλιππος δεινὸς εἰπεῖν καὶ μνημονικός.” ἀναισθήτως δὲ ἡμῶν ἐχόντων, καὶ τὴν ἐπιβουλὴν οὐ προορωμένων ἣν αὐτίκα ἀκούσεσθε, εἰς συνθήκην τινὰ ἡμᾶς κατέκλεισεν ὑπὲρ τοῦ ταῦτ ̓ ἐρεῖν πρὸς ὑμᾶς.

[ocr errors]
[ocr errors]

[Dean Ireland's Scholarship, 1842.]

« PreviousContinue »