Page images
PDF
EPUB

GREEK G-SIGHT TRANSLATION OF ATTIC PROSE Saturday

1.30-3.30 p. m.

Read the passage through several times before beginning to translate. The translation should be exact, but clear and idiomatic English is required.

Translate into English:

TELEUTIAS, WHO IS SENT BY THE LACEDAEMONIANS TO TAKE CHARGE OF THEIR
FLEET, EXPLAINS TO THE SOLDIERS THE PRINCIPLES WHICH
GOVERN HIM AS COMMANDER

Ἐκ δὲ τούτου οἱ Λακεδαιμόνιοι Τελευτίαν αὖ ἐκπέμπουσιν ἐπὶ ταύτας τὰς ναῦς ναύ αρχον. ὡς δὲ εἶδον αὐτὸν ἥκοντα οἱ ναῦται, ὑπερήσθησαν. ὁ δ ̓ αὐτοὺς συγκαλέσας εἶπε τοιάδε. Ὦ ἄνδρες στρατιῶται, ἐγὼ χρήματα μὲν οὐκ ἔχων ἥκω· ἐὰν μέντοι θεὸς ἐθέλῃ καὶ ὑμεῖς συμπροθυμῆσθε, πειράσομαι τὰ ἐπιτήδεια ὑμῖν ὡς πλεῖστα πορίζειν. εὖ δ ̓ ἴστε, ἐγὼ ὅταν ὑμῶν ἄρχω, εὔχομαί τε οὐδὲν ἧττον ζῆν ὑμᾶς ἢ καὶ ἐμαυτόν, τά τ' ἐπιτήδεια θαυμάσαιτε μὲν ἂν ἴσως, εἰ φαίην βούλεσθαι ὑμᾶς μᾶλλον ἢ ἐμὲ ἔχειν· ἐγὼ δὲ νὴ τοὺς θεοὺς καὶ δεξαίμην ἂν αὐτὸς μᾶλλον: δύο ἡμέρας ἄσιτος ἢ ὑμᾶς μίαν γενέσθαι· ἦ γε μὴν θύρα ἡ ἐμὴ ἀνέφκτος μὲν δήπου καὶ πρόσθεν εἰσιέναι τῷ δεομένῳ τι ἐμοῦ, ἀνεῴξεται δὲ καὶ νῦν. ὥστε ὅταν ὑμεῖς πλήρη ἔχητε τὰ ἐπιτήδεια, τότε καὶ ἐμὲ ὄψεσθε ἀφθονώτερον διαιτώμενον·3 ἦν δὲ ἀνεχόμενόν με ὁρᾶτε καὶ ψύχη 4 καὶ θάλπης καὶ ἀγρυπνίαν, οἴεσθε καὶ ὑμεῖς ταῦτα πάντα καρτερεῖν.7 οὐδὲν γὰρ ἐγὼ τούτων κελεύω ὑμᾶς ποιεῖν ἵνα ἀνιᾶσθε, ἀλλ' ἵνα ἐκ τούτων ἀγαθόν τι λαμβάνητε. καὶ ἡ πόλις δέ τοι, ἔφη, ὦ ἄνδρες στρατιῶται, ἡ ἡμετέρα, ἣ δοκεῖ εὐδαίμων εἶναι, εὖ ἴστε ὅτι τἀγαθὰ καὶ τὰ καλὰ ἐκτήσατο οὐ ῥᾳθυμοῦσα, ἀλλὰ ἐθέλουσα καὶ πονεῖν καὶ κινδυνεύειν, ὁπότε δέοι. καὶ ὑμεῖς οὖν ἦτε μὲν καὶ πρότε ρον, ὡς ἐγὼ οἶδα, ἄνδρες ἀγαθοί· νῦν δὲ πειρᾶσθαι χρὴ ἔτι ἀμείνονας γίγνεσθαι, ἵν ̓ ἡδέως μὲν συμπονῶμεν, ἡδέως δὲ συνευδαιμονῶμεν. τί γὰρ ἥδιον ἢ μηδένα ἀνθρώπων κολακεύειν μήτε Έλληνα μήτε βάρβαρον ἕνεκα μισθοῦ, ἀλλ ̓ ἑαυτοῖς ἱκανοὺς εἶναι τὰ ἐπιτήδεια πορίζεσθαι, καὶ ταῦτα ὅθενπερ κάλλιστον; ἡ γάρ τοι ἐν πολέμῳ ἀπὸ τῶν πολεμίων ἀφθονία εὖ ἴστε ὅτι ἅμα τροφήν τε καὶ εὔκλειαν ἐν πᾶσιν ἀνθρώποις παρέχεται. -Xenophon, Hellenica, V, 1, 13–17.

ιδεξαίμην ἂν μᾶλλον=I should prefer; 2 ἀνέφκτο, pluperfect passive from ἀνοίγνυμι =open; 3 ἀφθονώτερον διαιτώμενον = living more luxuriously (lit. more abundantly); 4ψύχη, from ψύχος=cold; 5 θάλπη, from θάλπος = heat; 6 ἀγρυπνία = sleeplessness; 7 καρτερεῖν = endure; κολακεύειν = play the toady to; ο εὔκλειαν = renown.

8

GREEK G-SIGHT TRANSLATION OF ATTIC PROSE
Saturday

I. 30-3.30 p. m.

Read the passage through several times before beginning to write the translation. The translation should be exact, but clear and idiomatic English is required.

Translate into English:

THE THEBANS, AFTER THEIR VICTORY AT LEUCTRA, SEND FOR AID TO ATHENS, BUT GET NO REPLY. THEY THEN SEND TO JASON, A THESSALIAN PRINCE, WHO BRINGS AN ARMY, BUT ADVISES AGAINST RENEWING THE CONFLICT. Οἱ δὲ Θηβαῖοι εὐθὺς μὲν μετὰ τὴν μάχην ἔπεμψαν εἰς ̓Αθήνας ἄγγελον ἐστεφανωμένον καὶ ἅμα μὲν τῆς νίκης τὸ μέγεθος ἔφραζον, ἅμα δὲ βοηθεῖν ἐκέλευον, λέγοντες ὡς νῦν ἐξείη Η Λακεδαιμονίους πάντων ὧν ἐπεποιήκεσαν τιμωρήσασθαι αὐτούς. τῶν δὲ ̓Αθηναίων ἡ βουλὴ ἐτύγχανεν ἐν ἀκροπόλει καθημένη. ἐπεὶ δ' ἤκουσαν τὸ γεγενημένον, ὅτι μὲν L σφόδρα ἠνιάθησαν πᾶσι δῆλον ἐγένετο περὶ γὰρ τῆς βοηθείας οὐδὲν ἀπεκρίναντο, καὶ ̓Αθήνηθεν μὲν οὕτως ἀπῆλθεν ὁ κῆρυξ, πρὸς μέντοι Ἰάσονα, σύμμαχον ὄντα, ἔπεμπον σπουδῇ οἱ Θηβαῖοι, κελεύοντες βοηθεῖν. ὁ δ ̓ εὐθὺς τριήρεις ἐπλήρου ὡς βοηθήσων κατὰ θάλατταν, συλλαβὼν δὲ τό τε ξενικὸν καὶ τοὺς περὶ αὑτὸν ἱππέας πεζῇ διεπορεύθη εἰς τὴν Βοιωτίαν, ἐν πολλαῖς τῶν πόλεων πρότερον ὀφθεὶς ἢ ἀγγελθεὶς ὅτι πορεύοιτο. πρὶν γοῦν συλλέγεσθαί τι πανταχόθεν ἔφθανε πόρρω γιγνόμενος, δῆλον ποιῶν ὅτι πολλαχοῦ τὸ τάχος μᾶλλον τῆς βίας διαπράττεται τὰ δέοντα. ἐπεὶ δὲ ἀφίκετο εἰς τὴν Βοιωτίαν, λεγόντων τῶν Θηβαίων ὡς καιρὸς εἴη ἐπιτίθεσθαι τοῖς Λακεδαιμονίοις, ἄνωθεν 3 μὲν ἐκεῖνον σὺν τῷ ξενικῷ, σφᾶς δὲ ἀντιπροσώπους, ἀπέτρεπεν 5 αὐτοὺς ὁ Ἰάσων διδάσκων ὡς καλοῦ ἔργου γεγενημένου οὐκ ἄξιον αὐτοῖς εἴη διακινδυνεῦσαι, ὥστε ἢ ἔτι μείζω καταπρᾶξαι ἢ στερηθῆναι καὶ τῆς γεγενημένης νίκης. “οὐχ ὁρᾶτε,” ἔφη, “ ὅτι καὶ ὑμεῖς, ἐπεὶ ἐν ἀνάγκῃ ἐγένεσθε, ἐκρατήσατε; οἴεσθαι οὖν χρὴ καὶ Λακεδαιμονίους ἄν, εἰ ἀναγκάζοιντο, ἀπονοηθέντας διαμάχεσθαι. καὶ ὁ θεὸς δέ, ὡς ἔοικε, πολλάκις χαίρει τοὺς μὲν μικροὺς μεγάλους ποιῶν, τοὺς δὲ μεγάλους μικρούς.”Xenophon, Hellenica, VI, 4, 19-23.

4

η βουλή = senate; 2 ἐπλήρου, from πληροῦν =to man; 3 ἄνωθεν = from higher ground; 4 ἀντιπροσώπους = face to face, i. e, a frontal attack; 5 ἀπέτρεπεν dissuaded; 6 ἀπονοηθέντας διαμάχεσθαι = fight it out desperately (lit., having despaired).

GREEK H

SIGHT TRANSLATION OF HOMER

GREEK H-SIGHT TRANSLATION OF HOMER

Friday, June 22, 1906

3.45-5.45 P. m.

Read the passage through several times before beginning to translate. The translation should be exact; but clear and idiomatic English is required.

Translate into English:

THE DEATH OF HARPALION AND EUCHENOR

Ἑζόμενος δὲ κατ ̓ αὖθι, φίλων ἐν χερσὶν ἑταίρων

θυμὸν ἀποπνείων, ὥστε σκώληξ', ἐπὶ γαίῃ
κεῖτο ταθείς· ἐκ δ' αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο·
ἐς δίφρον δ ̓ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν
ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,
ποινὴ δ ̓ οὔτις παιδὸς ἐγίγνετο τεθνηῶτος.

Τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη.
ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσιν.
τοῦ ὅ γε χωόμενος προΐει χαλκήρε δϊστόν.
ἦν δέ τις Εὐχήνωρ, Πολυΐδου μάντιος υἱός,
ἀφνειός τ' ἀγαθός τε, Κορινθόθι οἰκία ναίων,
ὅς ῥ ̓ εὖ εἰδὼς κῆρ ̓ ὀλοὴν ἐπὶ νηὸς ἔβαινεν.
πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
νούσῳ ὑπ ̓ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,
ἢ μετ ̓ ̓Αχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι.
τῷ ῥ ̓ ἅμα τ' ἀργαλέην θωὴν ἀλέεινεν ̓Αχαιῶν,
νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.
τὸν βάλ' ὑπὸ γναθμοῖο 4 καὶ οὔατος 5· ὦκα δὲ θυμὸς
ᾤχετ ̓ ἀπὸ μελέων, στυγερὸς δ ̓ ἄρα μιν σκότος εἷλεν.

3

Ως οἱ μὲν μάρναντο δέμας πυρὸς αιθομένοιο· Εκτωρ δ ̓ οὐκ ἐπέπυστο διίφιλος, οὐδέ τι ᾔδη,

ὅττι ῥά οἱ νηῶν ἐπ' ἀριστερὰ δηιόωντο

λαοὶ ὑπ ̓ Αργείων· τάχα δ ̓ ἂν καὶ κῦδος ̓Αχαιών

ἔπλετο. — Iliad, XIII, 653-677

3

1 σκώληξ = worm, ἀνέσαντες = having put back, θωή = penalty, 4 γναθμός = cheek, 5 οὖας = ear, * μέλος = limb, " δέμας = like, δηιόω = cut down

8

Friday

GREEK H-SIGHT TRANSLATION OF HOMER

3.45-5.45 p. m.

Read the passage through several times before beginning to translate. The translation should be exact; clear and idiomatic English is required.

Translate into English:

REPORT OF THE ENVOYS SENT BY AGAMEMNON TO ACHILLES

Οἱ δ ̓ ὅτε δὴ κλισίησιν ἐν ̓Ατρείδαο γένοντο
τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υίες Αχαιών
δειδέχατ' ἄλλοθεν ἄλλος ἀνασταδόν, ἐκ τ ̓ ἐρέοντο·
πρῶτος δ ̓ ἐξερέεινεν ἄναξ ἀνδρῶν ̓Αγαμέμνων·

Εἴπ ̓ ἄγε μ ̓, ὦ πολύαιν' Οδυσεύ, μέγα κύδος Αχαιῶν·

ἡ ῥ ̓ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήιον πῦρ

ἢ ἀπέειπε, χόλος δ ̓ ἔτ ̓ ἔχει μεγαλήτορα θυμόν ;
Τὸν δ ̓ αὖτε προσέειπε πολύτλας δῖος Οδυσσεύς·
̓Ατρείδη κύδιστε, ἄναξ ἀνδρῶν ̓Αγαμέμνων,

κεῖνός γ ̓ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλ ̓ ἔτι μᾶλλον
πιμπλάνεται μένεος· σὲ δ ̓ ἀναίνεται ἠδὲ σὰ δῶρα.
αὐτόν σε φράζεσθαι ἐν ̓Αργείοισιν ἄνωγεν,
ὅππως κεν νῆάς τε σόῃς καὶ λαὸν ̓Αχαιῶν·
αὐτὸς δ ̓ ἠπείλησεν ἅμ ̓ ἦοῖ φαινομένῃφιν
νῆας ἐϋσσέλμους ἅλαδ ̓ ἑλκέμεν ἀμφιελίσσας,
καὶ δ ̓ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι
οἴκαδ ̓ ἀποπλείειν· ἐπεὶ οὐκέτι δήετε τέκμωρ
Ἰλίου αἰπεινῆς· μάλα γάρ έθεν εὐρύοπα Ζεὺς
χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.

ὡς ἔφατ'· εἰσὶ καὶ οἵδε τάδ ̓ εἰπέμεν, οἵ μοι ἕποντο,

Αἴας καὶ κήρυκε δύω, πεπνυμένω ἄμφω.

Φοίνιξ δ' αὖθ ̓ ὁ γέρων κατελέξατος. ὡς γὰρ ἀνώγει

ὄφρα οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ ̓ ἵκηται

αὔριον, ἣν ἐθέλῃσιν· ἀνάγκῃ δ ̓ οὔτι μιν ἄξει.—Iliad, IX, 669-692.

[blocks in formation]

2

greeted; ' πολύαιν — much-praised; : ἀναίνεται = spurns;

went

• δήετε τέκμωρ = you will attain the overthrow; * κατελέξατο
to bed.

[ocr errors]
« PreviousContinue »