Page images
PDF
EPUB

FINAL HONOUR EXAMINATIONS,

FEBRUARY, 1900.

FINAL HONOUR EXAMINATION IN ARTS.

SCHOOL OF CLASSICS AND COMPARATIVE PHILOLOGY.

GREEK TRANSLATION.

Professor Tucker.

Translate, with brief notes in the margin where you think them desirable—

(α) σιγῇ δ' ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,
κλήισεν δ ̓ ἄρ ̓ ἔπειτα θύρας εὐερκέος αὐλῆς.
κεῖτο δ' ὑπ ̓ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης
βύβλινον, ᾧ δ' ἐπέδησε θύρας, ἐς δ ̓ ἤϊεν αὐτός
ἔζετ ̓ ἔπειτ' ἐπὶ δίφρον ἰὼν, ἔνθεν περ ἀνέστη,
εἰσορόων Ὀδυσῆα. ὁ δ ̓ ἤδη τόξον ἐνώμα
πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,
μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

66

“ ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων
ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται,
ἢ ὅγ' ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶν
νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος αλήτης.”
ἄλλος δ' αὖτ ̓ εἴπεσκε νέων ὑπερηνορεόντων
“ αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν
ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.”

Β

ὡς ἄρ ̓ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Οδυσσεὺς, αὐτίκ ̓ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη, ὡς ὅτ' ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδὴν, ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰὸς,

ὡς ἄρ ̓ ἄτερ σπουδῆς τάνυσεν μέγα, τόξον Οδυσσεύς. HOMER Odyssey, xxi. 388–409.

(6) ΙΣ. μήτοι, κασιγνήτη, μ' ἀτιμάσῃς τὸ μὴ οὐ
θανεῖν τε σὺν σοὶ τὸν θανόντα θ ̓ ἁγνίσαι.
ΑΝ. μή μοι θάνῃς σὺ κοινά, μηδ' ἃ μὴ θιγες

ποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσ ̓ ἐγώ.
ΙΣ. καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος ;
ΑΝ. Κρέοντ ̓ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών.
ΙΣ. τί ταῦτ ̓ ἀνιᾷς μ' οὐδὲν ὠφελουμένη ;
ΑΝ. ἀλγοῦσα μὲν δῆτ', εἰ γελῶ γ', ἐν σοὶ γελῶ.
ΙΣ. τί δήτ' ἂν ἀλλὰ νῦν σ' ἔτ ̓ ὠφελοῖμ ̓ ἐγώ;
ΑΝ. σῶσον σεαυτήν. οὐ φθονῶ σ ̓ ὑπεκφυγεῖν.
ΙΣ. οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου ;
ΑΝ. σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν.
ΙΣ ἀλλ ̓ οὐκ ἐπ' ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις.
ΑΝ. καλῶς σὺ μὲν τοῖς, τοῖς δ ̓ ἐγὼ δόκουν φρονεῖν.
ΙΣ. καὶ μὴν ἴση νῷν ἐστιν ἡ 'ξαμαρτία.

ΑΝ. θάρσει, σὺ μὲν ζῇς, ἡ δ' ἐμὴ ψυχὴ πάλαι
τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν.
ΚΡ. τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίως

ἄνουν πεφάνθαι, τὴν δ ̓ ἀφ' οὗ τὰ πρῶτ ̓ ἔφυ. ΙΣ, οὐ γάρ ποτ', ὧναξ, οὐδ' ὃς ἂν βλάστη μένει νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλ ̓ ἐξίσταται.

SOPHOCLES, Antigone 544-564.

(C) άνδρες Πελοποννήσιοι, ἀπὸ μὲν οἵας χώρας ἥκομεν, ὅτι ἀεὶ διὰ τὸ εὔψυχον ἐλευθέρας, καὶ ὅτι Δωριῆς μέλλετε Ιωσι μάχεσθαι, ὧν εἴωθατε κρείσ σους εἶναι, ἀρκείτω βραχέως δεδηλωμένον τὴν δὲ ἐπιχείρησιν ᾧ τρόπῳ διανοοῦμαι ποιεῖσθαι διδάξω,

ἵνα μή τῳ τὸ κατ' ὀλίγον καὶ μὴ ἅπαντας κινδυνεύειν ἐνδεὶς φαινόμενον ἀτολμίαν παράσχῃ. τοὺς γὰρ ἐναντίους εἰκάζω καταφρονήσει τε ἡμῶν καὶ οὐκ ἂν ἐλπίσαντας ὡς ἂν ἐπεξέλθοι τις αὐτοῖς ἐς μάχην, ἀναβῆναί τε πρὸς τὸ χωρίον καὶ νῦν ἀτάκτως κατὰ θέαν τετραμμένους ὀλιγωρεῖν. ὅστις δὲ τὰς τοιαύτας ἁμαρτίας τῶν ἐναντίων κάλλιστα ἰδὼν καὶ ἅμα πρὸς τὴν ἑαυτοῦ δύναμιν τὴν ἐπιχείρησιν ποιεῖται μὴ ἀπὸ τοῦ προφανοῦς μᾶλλον καὶ ἀντιπαραταχ θέντος ἢ ἐκ τοῦ πρὸς τὸ παρὸν ξυμφέροντος, πλεῖστ' ἂν ὀρθοῖτο· καὶ τὰ κλέμματα ταῦτα καλλίστην δόξαν ἔχει ἃ τὸν πολέμιον μάλιστ ̓ ἄν τις ἀπατήσας τοὺς φίλους μέγιστ ̓ ἂν ὠφελήσειεν. ἕως οὖν ἔτι ἀπαράστ κενοι θαρσοῦσι καὶ τοῦ ὑπαπιέναι πλέον ἢ τοῦ μένοντος, ἐξ ὧν ἐμοὶ φαίνονται, τὴν διάνοιαν ἔχουσιν, ἐν τῷ ἀνειμένῳ αὐτῶν τῆς γνώμης καὶ πρὶν ξυνταθῆναι μᾶλλον τὴν δόξαν, ἐγὼ μὲν ἔχων τοὺς μετ ̓ ἐμαυτοῦ καὶ φθάσας, ἢν δύνωμαι, προσπεσοῦμαι δρόμῳ κατὰ μέσον τὸ στράτευμα· σὺ δέ, Κλεαρίδα, ὕστερον, ὅταν ἐμὲ ὁρᾷς ἤδη προσκείμενον καὶ κατὰ τὸ εἰκὸς φοβοῦντα αὐτούς, τοὺς μετὰ σεαυτοῦ, τοὺς τ' ̓Αμφιπολίτας καὶ τοὺς ἄλλους ξυμμάχους, ἄγων αἰφνιδίως τὰς πύλας ἀνοίξας ἐπεκθεῖν καὶ ἐπείγεσθαι ὡς τάχιστα ξυμμίξαι. ἐλπὶς γὰρ μάλιστα αὐτοὺς οὕτω φοβηθῆναι τὸ γὰρ ἐπιὸν ὕστερον δεινότερον τοῖς πολεμίοις τοῦ παρόντος καὶ μαχομένου. καὶ αὐτός τε ἀνὴρ ἀγαθὸς γίγνου, ὥσπερ σε εἰκὸς ὄντα Σπαρτιάτην, καὶ ὑμεῖς, ὦ ἄνδρες ξύμμαχοι, ἀκολου θήσατε ἀνδρείως, καὶ νομίσατε εἶναι τοῦ καλῶς πολεμεῖν τὸ ἐθέλειν καὶ τὸ αἰσχύνεσθαι καὶ τὸ τοῖς ἄρχουσι πείθεσθαι.—THUCYDIDES, v. θ.

(α) ἐπειδὴ τοίνυν οἱ νόμοι μετὰ τους θεους ὁμολογοῦνται σῴζειν τὴν πόλιν, δεῖ πάντας ὑμᾶς τὸν αὐτὸν τρόπον, ὥσπερ ἂν εἰ καθῆσθε ἐράνου πληρωταί, τὸν μὲν πειθόμενον τούτοις ὡς φέροντα τὴν τῆς

σωτηρίας φορὰν πλήρη τῇ πατρίδι τιμᾶν καὶ ἐπαινεῖν, τὸν δ ̓ ἀπειθοῦντα κολάζειν. ἔρανος γάρ ἐστι πολιτικὸς καὶ κοινὸς πάνθ ̓ ὅσα, ταξάντων τῶν νόμων, ἕκαστος ἡμῶν ποιεῖ. ὃν ὁ λείπων, ὦ ἄνδρες Αθηναῖοι, πολλὰ καὶ καλὰ καὶ σεμνὰ καὶ μεγάλα ὑμῶν ἀφαι ρεῖται καὶ διαφθείρει τὸ καθ ̓ αὑτόν. ὧν ἓν ἢ δύο ἐρῶ παραδείγματος ἕνεκα, τὰ γνωριμώτατα. τὸ τὴν βουλὴν τοὺς πεντακοσίους ἀπὸ τῆς ἀσθενοῦς τοιαυτησὶ κιγκλίδος τῶν ἀπορρήτων κυρίαν εἶναι, καὶ μὴ τοὺς ἰδιώτας ἐπεισιέναι· τὸ τὴν ἐξ ̓Αρείου πάγου βουλήν, ὅταν ἐν τῇ βασιλείῳ στοᾷ καθεζομένη περισχοιν ίσηται, κατὰ πολλὴν ἡσυχίαν ἐφ' ἑαυτῆς εἶναι, καὶ ἅπαντας ἐκποδὼν ἀποχωρεῖν· τὸ τὰς ἀρχὰς ἁπάσας, ὅσας οἱ λαχόντες ἄρχουσιν ὑμῶν, ἅμα τῷ τὸν ὑπη ρέτην εἰπεῖν “ μετάστητε ἔξω” τῶν νόμων κρατεῖν ἐφ ̓ οἷς εἰσεπέμφθησαν, καὶ μὴ τοὺς ἀσελγεστάτους βιάζεσθαι· ἄλλα μυρία. πάντα γὰρ τὰ σεμνὰ καὶ καλά, καὶ δι ̓ ὧν ἡ πόλις κοσμεῖται καὶ σῴζεται, ἡ σωφροσύνη, ἡ πρὸς τοὺς γονέας καὶ τοὺς πρεσβυτέρους ὑμῶν παρὰ τῶν νέων αἰσχύνη, ἡ εὐταξία, τῇ τῶν νόμων προσθήκῃ τῶν αἰσχρῶν περίεστι, τῆς ἀναισχυντίας, τῆς θρασύτητος, τῆς ἀναιδείας. ἰταμὸν γὰρ ἡ πονηρία καὶ τολμηρὸν καὶ πλεονεκτικόν, καὶ τοὐναντίον ἡ καλοκαγαθία ἡσύχιον καὶ ὀκνηρὸν καὶ βραδὺ καὶ δεινὸν ἐλαττωθῆναι.

DEMOSTHENES, κατ' Αριστογείτονος Α §§ 21-4.

« PreviousContinue »