Page images
PDF
EPUB

GREEK.—PART II. (TRANSLATION OF PREPARED BOOKS.)

The Board of Examiners.

1. Translate, with brief notes in the margin where you think them desirable

(a)

(6)

φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ
ἐρᾷ τε τούτου τοῦ δικάζειν, καὶ στένει
ἢν μὴ 'πὶ τοῦ πρώτου καθίζηται ξύλου.
ὕπνου δ' ὁρᾷ τῆς νυκτὸς οὐδὲ πασπάλην
ἦν δ ̓ οὖν καταμύσῃ κἂν ἄχνην, ὅμως ἐκεῖ
ὁ νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν.
ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γ' ἔχειν εἰωθέναι
τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται,
ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνία.
καὶ νὴ Δί' ἂν ἴδῃ γέ που γεγραμμένον
τὸν τοῦ Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν,
ἰὼν παρέγραψε πλησίον “ κημὸς καλός.”
τὸν ἀλεκτρυόνα δ', ὃς δ ̓ ἀφ' ἑσπέρας, ἔφη
ὄψ' ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον,
παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα.
εὐθὺς δ ̓ ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας
κάπειτ' ἐκεῖσ ̓ ἐλθὼν προκαθεύδει πρῳ πάνυ,
ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι.

66

καὶ πρὸς τούτοις ἐπιταττόμενος φοιτᾷς, ὃ μάλιστά μ' ἀπάγχει,

ὅταν εἰσελθὸν μειράκιόν σοι κατάρατον, Χαιρέου υἱός,

ὡδι διαβάς, διακινηθεὶς τῷ σώματι καὶ τρυφε ρανθείς,

ἥκειν εἴπῃ πρῷ κὰν ὥρᾳ δικάσονθ', ὡς ὅστις ἂν ὑμῶν

ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται·

αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος ἔλθῃ·

καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθ' ἑαυτοῦ,

ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύ' ὄντε

ἐσπουδάκατον, καθ ̓ ὡς πρίονθ ̓ ὁ μὲν ἕλκει ὁ δ ̓ ἀντενέδωκεν

σὺ δὲ χασκάζεις τὸν κωλαγρέτην, τὸ δὲ πραττό
μενόν σε λέληθεν.

(ε) ΦΙ. ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἅρματος,
καί πως κατεάγη τῆς κεφαλῆς μέγα σφόδρα
ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς.
κἄπειτ ̓ ἐπιστὰς εἶπ' ἀνὴρ αὐτῷ φίλος
ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.

οὕτω δὲ καὶ σὺ παρατρεχ ̓ ἐς τὰ Πιττάλου.
ΒΔ. ὅμοιά σου καὶ ταῦτα τοῖς ἄλλοις τρόποις.
ΚΑ. ἀλλ ̓ οὖν σὺ μέμνησ' αὐτὸς ἁπεκρίνατο.
ΦΙ. ἄκουε, μὴ φεύγ'. ἐν Συβάρει γυνή ποτε

κατέαξ' ἐχῖνον. ΚΑ. ταῦτ ̓ ἐγὼ μαρτύρομαι. ΦΙ. οὑχῖνος οὖν ἔχων τιν ̓ ἐπεμαρτύρατο·

εἶθ ̓ ἡ Συβαρίτις εἶπεν “ εἰ ναὶ τὰν κόραν τὰν μαρτυρίαν ταύταν ἐάσας ἐν τάχει ἐπίδεσμον ἐπρίω, νοῦν ἂν εἶχες πλείονα.” ΚΑ. ὕβριζ ̓ ἕως ἂν τὴν δίκην ἄρχων καλῇ.

2. Give a brief description of an Athenian trial, and account for the attack of Aristophanes upon the jury-system.

3. Translate and explain

(1) ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτι

εἷλον διώκων λοιδορίας ψήφοιν δυοῖν.

(ii)

δράχμην μετ ̓ ἐμοῦ πρῴην λαβών,

ἐλθὼν διεκερματίζετ ̓ ἐν τοῖς ἰχθύσιν,

κἄπειτ' ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων·
κἀγὼ 'νεκαψ'.

(iii) κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς

πρυτανεῖα μέταλλ ̓ ἀγορὰς λιμένας μισθοὺς καὶ δημιόπρατα.

4. Translate, with notes as above

(α) τοιγαροῦν γέλωτα ὀφλισκάνουσιν ὠθιζόμενοι ἐπὶ ταῦτα καὶ περὶ τὰς τῶν πλουσίων θύρας ἀλλήλους παρωθούμενοι, δεῖπνα πολυάνθρωπα δειπνοῦντες καὶ ἐν αὐτοῖς τούτοις ἐπαινοῦντες φορτικῶς καὶ πέρα τοῦ καλῶς ἔχοντος ἐμφορούμενοι καὶ μεμψίμοιροι φαινόμενοι καὶ ἐπὶ τῆς κύλικος ἀτερπῆ καὶ ἀπῳδὰ φιλοσοφοῦντες καὶ τὸν ἄκρατον οὐ φέροντες· οἱ ἰδιῶται δὲ, ὁπόσοι ξυμπίνουσι, γελῶσι δηλαδὴ καὶ καταπτύουσι φιλοσοφίας, εἰ τοιαῦτα καθάρματα ἐκτρέφει. τὸ δὲ πάντων αΐσχιστον, ὅτι μηδενὸς δεῖσθαι λέγων ἕκασ τος αὐτῶν, ἀλλὰ μόνον πλούσιον εἶναι τὸν σοφὸν κεκραγὼς μικρὸν ὕστερον αἰτεῖ προσελθὼν καὶ ἀγανακτεῖ μὴ λαβών, ὅμοιον ὡς εἴ τις ἐν βασιλικῷ σχήματι ὀρθὴν τιάραν ἔχων καὶ διάδημα καὶ τὰ ἄλλα ὅσα βασιλείας γνωρίσματα προσαιτοίη τῶν ὑποδεεστέρων δεόμενος. ὅταν μὲν οὖν αὐτούς τι δέῃ λαμβάνειν, πολὺς ὁ περὶ τοῦ κοινωνικὸν εἶναι δεῖν λόγος καὶ ὡς ἀδιάφορον ὁ πλοῦτος καί, τί γὰρ τὸ χρυσίον ἢ ἀργύριον, οὐδὲν τῶν ἐν τοῖς αἰγιαλοῖς ψηφίδων διαφέρον ;

(6) ἄρξομαι δὲ ἀπὸ τοῦ πρώτου δείπνου, ἢν δοκῇ, ὅ σε εἰκὸς δειπνήσειν τὰ προτέλεια τῆς μελλούσης ξυνουσιας. εὐθὺς οὖν πρόσεισι παραγγέλλων τις ἥκειν ἐπὶ τὸ δεῖπνον, οὐκ ἀνομίλητος οἰκέτης, ὃν χρὴ πρῶτ τον ἵλεων ποιήσασθαι, παραβύσαντα ἐς τὴν χεῖρα,

ὡς μὴ ἀδέξιος εἶναι δοκῇς, τοὐλάχιστον πέντε δραχ μάς· ὁ δὲ ἀκκισάμενος καί, ἄπαγε, παρὰ σοῦ δὲ ἐγώ; καί, Ηράκλεις μὴ γένοιτο, ὑπειπὼν τέλος ἐπείσθη, καὶ ἄπεισί σοι πλατὺ ἐγχανών· σὺ δὲ ἐσθῆτα καθαρὰν προχειρισάμενος καὶ σεαυτὸν ὡς κοσμιώτατα σχηματίσας λουσάμενος ἥκεις δεδιὼς μὴ πρὸ τῶν ἄλλων ἀφίκοιο· ἀπειρόκαλον γάρ, ὥσπερ καὶ τὸ ὕστατον ἥκειν φορτικόν. αὐτὸ οὖν τηρήσας τὸ μέσον τοῦ καιροῦ εἰσελήλυθας, καί σε πάνυ ἐντίμως ἐδέξαντο, καὶ παραλαβών τις κατέκλινε μικρὸν ὑπὲρ τοῦ πλουσίου μετὰ δύο που σχεδὸν τῶν παλαιῶν φίλων.

(c) Νή Δί', ὦ Ερμότιμε, πάντων μάλιστα ἐπὶ τούτῳ σπουδαστέον, τῶν δ ̓ ἄλλων ἀμελητέον, καὶ μήτε πατρίδος τῆς ἐνταῦθα ἐπιλαμβανομένης πολὺν ποιεῖσθαι τὸν λόγον μήτε παίδων ἢ γονέων, ὅτῳ εἰσίν, ἐπικατεχόντων και κλαυθμυριζομένων ἐπικλᾶσθαι, ἀλλά μάλιστα μὲν κἀκείνους παρακαλεῖν ἐπὶ τὴν αὐτὴν ὁδόν, εἰ δέ μὴ ἐθέλοιεν ἢ μὴ δύναιντο, ἀποσεισάμενον αὐτοὺς χωρεῖν εὐθὺ τῆς πανευδαίμονος ἐκείνης πόλεως καὶ αὐτὸ ἀπορρίψαντα τὸ ἱμάτιον, εἰ τούτου ἐπειλημμένοι κατερύκοιεν, ἐσσύμενον ἐκεῖσε· οὐ γὰρ δέος μή σέ τις ἀποκλείσῃ καὶ γυμνὸν ἐκεῖσε ἥκοντα.

5. Explain the attitude of Lucian towards the philosophic sects, and give a concise account of the chief tenets of the Stoic and Peripatetic schools.

6. Explain—ὁ σιωπῶν οὗτος Πυθαγόρας—ἐς πεδίον τὸν ἵππον—ἥλῳ ὁ ἦλος—ὑπερήμεροι τῆς προθεσμίας— πληγαὶ Ομηρικαί — ὀφθαλμοὶ βασιλέως — τὴν λευκὴν καὶ πλήρη φέρειν — τὰ πρὸ Εὐκλείδου πραχθέντα.

7. Give the proper Attic Greek for-wvnoáμnv-ei καί τις ἄλλος—σκεπτόμενος—ἔκτοσθεν— ἔστ ̓ ἂν ἀπαγορεύσῃ—ἀπίωμεν ἐς τὴν ἀκρόπολιν, ὡς ἂν ἐκ περιωπῆς καταφανῆ πάντα εἴη.

LATIN.—PART II. (TRANSLATION OF
PREPARED BOOKS.)

The Board of Examiners.

1. Translate, with brief notes in the margin where you think them desirable:—

(a)

AM. Itaque nos uentísque fluctibúsque Iactátae exemplis plúrumis miseraé perpetuam noctem :

Vix hódie ad litus pértulit nos uéntus exanimátas.

TR. Nouí, Neptunus íta solet: quamuis fastidiósus

Aedilis est: si quae inprobae sunt mérces, iactat ómnis.

Aм. Vae cápiti atque aetatí tuae.

TR. Tuóst, mea Ampelísca.

Sciuí lenonem facere hoc quod fécit: saepe díxi.

Capillum promittam óptumumst occúpiamque hariolári.

AM. Cauístis ergo tu átque erus ne abírět, quom scibátis ?

TR. Quid faceret?

Aм. Si amabát, rogas quid fáceret ? adseruáret

Dies nóctesque: in custódia esset sémper.

« PreviousContinue »