Page images
PDF
EPUB

m

Ο

σε σασθαι”), ἐργαστήριον δὲ οἰκετῶν μαχαιροποιῶν κεκτημένος ἐντεῦθεν τὴν τοῦ μαχαιροποιοῦ κλῆσιν ἔλαβε. τὸ μέντοι μη το τρῷον γένος τοῦ ῥήτορος οὐκ ἦν, ὥς φασι, καθαρῶς ̓Αττικόν, Γύλωνος τοῦ πάππου τοῦ Δημοσθένους φυγόντος μὲν ἐξ ̓Αθηνῶν ἐπὶ προδοσίας ἐγκλήματι, οἰκήσαντος δὲ περὶ τὸν Πόντον, κάτ κεῖ γυναῖκα - ἀγαγομένου Σκύθιν τὸ γένος, ἐξ ἧς ἦν τοῦ Δημο σθένους ἡ μήτηρ Κλεοβούλη. εἰς τοῦτο γοῦν ἄλλοι "τε λελοι- 15 δορήκασι καὶ Αἰσχίνης, εἰπὼν ὡς ἄρα εἴη Σκύθης, βάρβαρος ἑλληνίζων τῇ φωνῇ. περὶ μὲν ° οὖν τοῦ γένους αὐτοῦ τοσαῦτα εἰρήσθω· ὀρφανὸς δὲ καταλειφθεὶς ὑπὸ τοῦ πατρὸς κομιδῇ νέος ἦν μέν, ὥς φασιν, ἀσθενὴς τῷ σώματι καὶ νοσώδης, ὥστε μηδὲ εἰς παλαίστραν φοιτῆσαι, καθάπερ πάντες οἱ τῶν ̓Αθηναίων 2ο παῖδες εἰώθεσαν· ὅθεν καὶ ἀνδρωθεὶς ὑπὸ τῶν ἐχθρῶν εἰς μαλακίαν ἐσκώπτετο καὶ Βάταλος “ἐπωνυμίαν ἔσχεν. ἱστόρηται γάρ τινα Βάταλον Εφέσιον αὐλητὴν γενέσθαι, ὃς πρῶτος ὑποδήμασι γυναικείοις ἐπὶ τῆς σκηνῆς ἐχρήσατο καὶ μέλεσι κατ- 25 εαγόσι, καὶ ὅλως τὴν τέχνην ἐμάλθαξεν· ἀπὸ τούτου δὲ τοὺς ἐκλύτους καὶ ἀνάνδρους Βατάλους ἐκάλουν.

S

επι

Λέγεται δὲ τὸν Δημοσθένην τὴν πολλὴν καὶ σφοδρὰν ἐπὶ λόγους ὁρμὴν ἐντεῦθεν σχεῖν. Καλλίστρατος ἦν Αθηναῖος ρή τωρ ἔνδοξος· οὗτος ἔμελλε δημοσίαν τινὰ δίκην ἀγωνίζεσθαι, 3 φασίν, οἶμαι, τὴν περὶ Ὠρωποῦ. ὁ τοίνυν Δημοσθένης παῖς ὢν ἐδεῖτο τοῦ ἐφεστῶτος οἰκέτου συγχωρῆσαι 'παραβαλεῖν αὐτῷ τῇ δίκῃ· καὶ ὃς ἐπέτρεψεν. ἀκούσας δὲ οὕτω διετέθη, ὥστε ἀπ ̓ ἐκείνης τῆς ὥρας πάντα πάρεργα πρὸς τοὺς λόγους θέσθαι. 5 διδασκάλῳ δὲ χρησάμενος Ἰσαίῳ, μάλα δεινῷ ῥήτορι, εἰς ἄν δρας ἐγγραφεὶς εὐθὺς ἀγῶνα κατὰ τῶν ἐπιτρόπων “ἐνεστήσατο, κακῶς διῳκηκότων τὴν οὐσίαν αὐτοῦ. καὶ εἷλε μὲν αὐτούς, * οὐ

[blocks in formation]
[ocr errors]

μὴν ἠδυνήθη πάντα ἀπολαβεῖν, ὅσα ἀπολώλεκε. τοὺς δὲ λόγους τοὺς ἐπιτροπικοὺς εἰσὶν οἵ φασιν Ἰσαίου καὶ οὐ Δημοσθένους εἶναι, διὰ τὴν ἡλικίαν τοῦ ῥήτορος ἀπιστοῦντες (ὀκτωκαίδεκα γὰρ ἐτῶν ἦν, ὅτε πρὸς τούτους ηγωνίζετο) καὶ ὅτι δοκοῦσιν οἱ λόγοι * τὸ τοῦ Ἰσαίου πως ἐπιφαίνειν εἶδος. ἕτεροι δὲ νομίζουσι συντετάχθαι μὲν ὑπὸ Δημοσθένους, = διωρθῶσθαι δὲ ὑπὸ τοῦ 15 Ἰσαίου. “ οὐδὲν ὁ δὲ θαυμαστόν, εἰ ὁ Δημοσθένης ἠδύνατο μὲν καὶ ἀπ ̓ ἐκείνης τῆς ἡλικίας συγγράφειν τοιούτους λόγους (ή γὰρ ὕστερον ὑπεροχὴ καὶ τοῦτο πιστοῦται), ἀπὸ δὲ νεαρᾶς ἔτι τῆς ἀσκήσεως τῆς ὑπὸ τῷ διδασκάλῳ τὸν ἐκείνου χαρακτῆρα πολλαχῇ μεμίμηται. μετὰ μέντοι τούτους τοὺς ἀγῶνας βραχύ το τῇ ἡλικίᾳ προελθὼν σοφιστεύειν ° ἐνεχείρησεν, εἶτα ἀπαλλαγείς τούτου συνηγόρησεν ἐν δικαστηρίῳ. τούτοις δὲ ὥσπερ γυμνασί οις χρησάμενος, ἐπὶ τὸ δημαγωγεῖν καὶ τὰ τῆς πόλεως πράττειν ἦλθεν.

66

[ocr errors]

Ἔτι * κἀκείνων μνημονευτέον, ὅτι τραυλὸς μὲν ἦν τὴν γλῶτ- 25 ταν ἐκ φύσεως, τὸ δὲ πνεῦμα ἀτονώτερος· ἐξ ὧν ἀμφοτέρων συνέβαινε φαυλοτάτην αὐτὸν τὴν ὑπόκρισιν παρεχόμενον οὐκ εὐδοκιμεῖν τὸ κατ ̓ ἀρχὰς ἐπὶ τοῖς λόγοις. διὸ καὶ πρὸς τὸν ἐρωτήσαντα “ τί ἐστι ῥητορική” ἀπεκρίνατο ὅτι ὑπόκρισις, δυσχεραίνων ὅτι διὰ ταύτην τῶν χειρόνων 5 ἥττων ἐφαίνετο. ἀλλὰ 4 καὶ ταῦτα μελέτῃ κατώρθωσε καὶ ὅσα ἄλλα αὐτῷ πρὸς δημα γωγίαν ὑπῆν ἐλαττώματα. καὶ γὰρ δειλὸς ἦν τὸ πρῶτον πρὸς τοὺς τοῦ δήμου θορύβους καὶ εὐκατάπληκτος, ὥστε εὐθὺς ἐξίστασθαι. διὰ δὲ τοῦτο φασὶν αὐτὸν ἄνεμον ῥαγδαῖον τηροῦντα 5 καὶ κινουμένην σφοδρῶς τὴν θάλατταν, παρὰ τοὺς αἰγιαλοὺς βαδίζοντα λέγειν, καὶ τῷ τῆς θαλάττης ἤχῳ συνεθίζεσθαι φέρειν τὰς τοῦ δήμου καταβοάς. μνημονεύονται δὲ αὐτοῦ καὶ οἰκήσεις ἢ κατάγειοι καὶ ξυρήσεις ἀπρεπεῖς, ἵνα δι' αἰσχύνην μὴ το

[blocks in formation]

προΐοι τοῦ τῆς οἰκίας δωματίου, καὶ ὡς οὐδὲ τὰς νύκτας ἐκάθευδεν, ἀλλὰ διεπονεῖτο πρὸς φῶς περὶ λόγους. ὅθεν καὶ Πυ θέας σκώπτων ἔφη τοὺς λόγους τοῦ Δημοσθένους λύχνων ἀπό ζειν. πρὸς ὃν ὁ Δημοσθένης ἀστείως ἅμα καὶ πικρῶς “ οἶδα εἶπεν, “ ὅτι σε λυπῶ λύχνον καίων” διεβέβλητο γὰρ ὡς λωπο- 15 δυτῶν νύκτωρ ὁ Πυθέας. καὶ μὴν ὅτι τε ὕδωρ ἐπετήδευε πίνειν, ἵνα ἐγρηγορυῖαν μᾶλλον παρέχηται τὴν διάνοιαν, ἅπασιν ὡμολό γηται, παρειλήφαμεν δὲ κἀκεῖνο, ὡς καὶ ξίφος ποτὲ ἐκ τῆς ὀροφῆς ἀπήρτησε καὶ ἱστάμενος ὑπὸ τοῦτο ἔλεγεν, ἐποίει δὲ τοῦτο δι ̓ αἰτίαν τοιαύτην. ἐν τῷ λέγειν ἀπρεπῶς τὸν ὦμον εἰώ- 20 θει κινεῖν· ὑπερεκρέμασεν οὖν τοῦ ὤμου τὸ ξίφος ἐν χρῷ, καὶ οὕτω τῷ δέει τῆς πληγῆς κ ἐδυνήθη κατασχεῖν ἑαυτὸν ἐπὶ τοῦ πρέποντος σχήματος.

k

m

Επι

̓Αναγκαῖον δὲ διηγήσασθαι καὶ ὅπως εἶχε τά τε τῶν Ἑλλή νων καὶ τῶν ̓Αθηναίων πράγματα, ὅτε ἐπὶ τὸ δημαγωγεῖν ἦλθε 25 Δημοσθένης. Θηβαῖοι Λακεδαιμονίους ἄρχοντας τῶν Ἑλλήνων καὶ μεγίστην δύναμιν ἔχοντας ἐν Λεύκτροις τῆς Βοιωτίας η μάχῃ νικήσαντες ° αὐτοὶ παρῆλθον ν εἰς ἰσχύν, καὶ μετ ̓ ὀλίγον πρὸς Φωκέας πόλεμον ἐξήνεγκαν. ἦσαν δὲ οἱ Φωκεῖς ἔθνος ὅμο ρον τῇ Εὐβοίᾳ, πόλεις ἔχον δύο καὶ εἴκοσιν. οὗτοι καταλα-5 βόντες τὸν τοῦ Πυθίου ναόν, πλησίον ὄντα, ἐσύλησαν· ἀνθ ̓ ὅτου καὶ οἱ Θηβαῖοι πόλεμον ἐξήνεγκαν πρὸς αὐτούς. ἐπολέμουν δὲ καὶ ̓Αθηναῖοι τὸν συμμαχικὸν κληθέντα πόλεμον Χῖοι γὰρ καὶ Ρόδιοι καὶ Βυζάντιοι πάλαι ποτὲ ὄντες ὑπήκοοι Αθηναίων, τότε * μετ ̓ ἀλλήλων συστάντες καὶ συμμαχίαν ποιησάμενοι, πρὸς αὐτοὺς ἐπολέμουν. καὶ οὕτω μὲν ἡ Ἑλλὰς εἰς πολλὰ μέρη διῄρητο, Αθηναίων πολεμούντων πρὸς τοὺς προειρημένους καὶ Θη βαίων πρὸς Φωκέας 'καὶ Λακεδαιμονίων πρὸς Πελοποννησίους.

[merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small]

10

u

κατὰ δὲ τοῦτον τὸν καιρὸν Φίλιππος ὁ ̓Αμύντου παῖς εἰς τὴν Μακεδόνων βασιλείαν παρῆλθεν. ̓Αμύντα γὰρ τῷ Μακεδονίας βασιλεῖ τρεῖς ἐγένοντο παῖδες ἐξ Εὐρυδίκης τῆς Ἰλλυρίδος, Αλέξανδρος, Περδίκκας, Φίλιππος. τούτων ὁ μὲν πρεσβύτερος ̓Αλέξανδρος δολοφονηθεὶς ἐτελεύτησεν, ὁ δὲ Περδίκκας πρὸς 15 Ἰλλυριοὺς μαχόμενος· Φίλιππος δὲ ὁ νεώτατος ἐτύγχανε μὲν ἐν Θήβαις ὁμηρεύων, ὡς δὲ ἐπύθετο τὸν Περδίκκου θάνατον, ὑπεξελθὼν λάθρᾳ καὶ ὀξέως εἰς Μακεδονίαν ἀφικόμενος κατέσχε τὴν ἀρχήν. Αθηναῖοι δ ̓ ἄρ ̓ ἕτερόν τινα, "γένους μὲν ὄντα του 20 βασιλικοῦ, φυγάδα δὲ ἐκ Μακεδονίας, ἐπὶ * βασιλείαν κατῆγον μετὰ πολλοῦ πλήθους στρατιωτῶν. τούτοις ὁ Φίλιππος ἐπιθέμενος ἐνίκησε μάχῃ καὶ ὅσους συνέλαβεν αἰχμαλώτους τῶν Αθηναίων, ἀφῆκεν ἄνευ λύτρων, οὐ κατ ̓ εὔνοιαν τῆς πόλεως οὐδὲ δι ̓ ἐπιείκειαν = τρόπου.

[blocks in formation]

25

μεν,

a
* ΠΕΡΙ ΤΩΝ ΜΕΡΩΝ ΤΗΣ ΡΗΤΟΡΙΚΗΣ.

C

ΤΗΣ ῥητορικῆς μέρη τρία, ἐπιδεικτικόν, συμβουλευτικὸν καὶ 6 δικανικόν. τοῖν μὲν ° οὖν δυοῖν ἄκρος ἀγωνιστὴς γέγονε, τοῦ τε δικανικοῦ καὶ συμβουλευτικοῦ· ἐπιδεικτικοὺς δὲ οὐκ ἔχομεν · αὐτοῦ λόγους. τοὺς γὰρ φερομένους οὐ πιστευτέον εἶναι Δη-5 μοσθένους, τὸν ἐπιτάφιον καὶ τὸν ἐρωτικόν· πολὺ γὰρ τῆς ἐκείνου δυνάμεως ἀπολείπονται. καὶ οὐχ ἡμετέραν γνώμην λέγο ἀλλὰ καὶ Διονυσίῳ τῷ Αλικαρνασσεῖ τοῦτο συνδοκεῖ. ὅτι μὲν γὰρ εἶπεν ἐπιτάφιον λόγον Δημοσθένης, ὡμολόγηται· οὐ μὴν τοῦτον εἰκὸς εἶναι τὸν ὑπ ̓ ἐκείνου ῥηθέντα, πάνυ φαύλως το καὶ ἀσθενῶς ἔχοντα. τῶν δὲ συμβουλευτικῶν αὐτοῦ λόγων οἱ μὲν αὐτὸ τοῦτο ἔχουσιν ἐπίγραμμα, συμβουλευτικοί, οἱ δὲ οὐδὲν μὲν ἧττόν εἰσι συμβουλευτικοί, Φιλιππικοὶ δὲ οἵδε ἐπιγράφον ται, ἐκ τοῦ περὶ τῶν τοῦ Φιλίππου πραγμάτων εἰρῆσθαι τὴν 15 κλῆσιν λαχόντες. καὶ τῶν Φιλιππικῶν ἕκαστος ἰδίαν τινὰ ἐπιγραφὴν ἔχει κατὰ τὴν τῶν πραγμάτων ἑκάστων ἰδιότητα.

* ΠΕΡΙ ΤΩΝ ΜΕΡΩΝ ΤΗΣ ΡΗΤΟΡΙΚΗΣ] περὶ τῆς ῥητορικῆς διαιρέσεως κ.

b συμβ. δικαν.] δικαν. συμβ. F.

c οὖν om. F. Ο. u.

d αὐτοῦ λόγους] λόγους αὐτοῦ Ο. ε καὶ om. Ο.

ἡ τοῦ Φιλίππου om. F. Ο. u.

« PreviousContinue »