Page images
PDF
EPUB

FINAL HONOUR EXAMINATIONS,

FEBRUARY, 1898.

FINAL HONOUR EXAMINATION IN ARTS.

SCHOOL OF CLASSICS AND PHILOLOGY.

GREEK TRANSLATIOΝ.

The Board of Examiners.

Translate, with short marginal notes where desirable

(α) οἷος δ' ἀστὴρ εἶσι μετ ̓ ἀστράσι νυκτὸς ἀμολγῷ ἔσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστὴρ, ὣς αἰχμῆς ἀπέλαμπ ̓ εὐήκεος, ἣν ἄρ ̓ ̓Αχιλλεὺς πάλλεν δεξιτερῇ φρονέων κακὸν Εκτορι δίῳ, εἰσορόων χρόα καλόν, ὅπη είξειε μάλιστα. τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχη, καλὰ, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς. φαίνετο δ' ᾗ κληΐδες ἀπ ̓ ὤμων αὐχέν' ἔχουσιν, λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος· τῇ ῥ ̓ ἐπὶ οἱ μεμαῶτ ̓ ἔλασ ̓ ἔγχεϊ δῖος ̓Αχιλλεὺς, ἀντικρὺ δ ̓ ἁπαλοῖο δι ̓ αὐχένος ἤλυθ ̓ ἀκωκή· οὐδ ̓ ἄρ ̓ ἀπ' ἀσφάραγον μελίη τάμε χαλκοβάρεια, ὄφρα τί μιν προτιείποι αμειβόμενος ἐπέεσσιν. ἤριπε δ' ἐν κονίῃς· ὁ δ ̓ ἐπεύξατο διος Αχιλλεύς Εκτορ, ἀτάρ που ἔφης Πατροκλῆς ἐξαναρίζων

B

σῶς ἔσσεσθ', ἐμὲ δ' οὐδὲν ὀπίζεο νόσφιν ἐόντα, νήπιε τοῖο δ ̓ ἄνευθεν ἀοσσητὴρ μέγ ̓ ἀμείνων νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην. -HOMER, Iliad, xxii., 317-334.

(6) παροιχομένων γὰρ ἀνέρων

ἀοιδοὶ καὶ λόγοι τὰ καλά σφιν ἔργ ̓ ἐκόμισαν, Βασσίδαισιν ἅ τ ̓ οὐ σπανίζει παλαίφατος γενεά, ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταις δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἑργμάτων ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ

χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας αἷμα πάτρας

χρυσαλακάτου ποτὲ Καλλίας ἀδὼν

ἔρνεσι Λατούς, παρὰ Κασταλίᾳ τε Χαρίτων
ἑσπέριος ὁμάδῳ φλέγεν

πόντου τε γέφυρ ̓ ἀκάμαντος ἐν ἀμφικτιόνων
ταυροφόνῳ τριετηρίδι Κρεοντίδαν

τίμασε Ποσειδάνιον ἂν τέμενος

βοτάνα τέ νιν

πόθ ̓ ἁ λέοντος

νικάσαντ ̓ ἔρεφ ̓ ἀσκίοις

Φλιοῦντος ὑπ ̓ ὠγυγίοις ὄρεσιν.

-PINDAR, Nem. vi.

(c) ὁ μὲν χρόνος δὴ διὰ χρόνου προύβαινέ μοι,
κἄδει τι βαιᾷ τῇδ' ὑπὸ στέγῃ μόνον
διακονεῖσθαι. γαστρὶ μὲν τὰ σύμφορα
τόξον τόδ' ἐξηύρισκε, τὰς ὑποπτέρους
βάλλον πελείας· πρὸς δὲ τοῦθ ̓, ὅ μοι βάλοι
νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας
εἰλυόμην δύστηνον ἐξέλκων πόδα

πρὸς τοῦτ ̓ ἄν· εἴ τ' ἔδει τι καὶ ποτὸν λαβεῖν,
καί που πάγου χυθέντος, οἷα χείματι,
ξύλον τι θραῦσαι, ταῦτ ̓ ἂν ἐξέρπων τάλας
ἐμηχανώμην· εἶτα πῦρ ἂν οὐ παρῆν,
ἀλλ ̓ ἐν πέτροισι πέτρον ἐκτρίβων μόλις

ἔφην ̓ ἄφαντον φῶς, ὃ καὶ σῴζει μ' ἀεί.
οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα
πάντ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ.

-SOPHOCLES, Philoctetes, 285-299.

(α) Ἓν δὲ ξυνελὼν λέγω πειθόμενοι μὲν ἐμοὶ τά ι δίκαια ἐς Μυτιληναίους καὶ τὰ ξύμφορα ἅμα ποιήσετε, ἄλλως δὲ γνόντες τοῖς μὲν οὐ χαριεῖσθε, ὑμᾶς δὲ αὐτοὺς μᾶλλον δικαιώσεσθε. εἰ γὰρ οὗτοι ὀρθῶς ἀπέστησαν, ὑμεῖς ἂν οὐ χρεὼν ἄρχοιτε. εἰ δὲ δὴ καὶ οὐ προσῆκον ὅμως ἀξιοῦτε τοῦτο δρᾶν, παρὰ τὸ εἰκός τοι καὶ τούσδε ξυμφόρως δεῖ κολάζεσθαι, ἢ παύεσθαι τῆς ἀρχῆς καὶ ἐκ τοῦ ἀκινδύνου ἀνδραγαθίζεσθαι. τῇ τε αὐτῇ ζημίᾳ ἀξιώσατε ἀμύνασθαι, καὶ μὴ ἀναλγητότεροι οἱ διαφεύγοντες τῶν ἐπιβου λευσάντων φανῆναι, ἐνθυμηθέντες ἃ εἰκὸς ἦν αὐτοὺς ποιῆσαι κρατήσαντας ὑμῶν, ἄλλως τε καὶ προυπάρξαντας ἀδικίας. μάλιστα δὲ οἱ μὴ ξὺν προφάσει τινὰ κακῶς ποιοῦντες ἐπεξέρχονται καὶ διόλλυνται, τὸν κίνδυνον ὑφορώμενοι τοῦ ὑπολειπομένου ἐχθροῦ· ὁ γὰρ μὴ ξὺν ἀνάγκῃ τι παθὼν χαλεπώτερος διαφυγὼν τοῦ ἀπὸ τῆς ἴσης ἐχθροῦ. μὴ οὖν προδόται γένησθε ὑμῶν αὐτῶν, γενόμενοι δ ̓ ὅτι ἐγγύτατα τῇ γνώμῃ τοῦ πάσχειν καὶ ὡς πρὸ παντὸς ἂν ἐτιμήσασθε αὐτοὺς χειρώσασθαι, νῦν ἀνταπόδοτε μὴ μαλακισθέντες πρὸς τὸ παρὸν αὐτίκα μηδὲ τοῦ ἐπικρεμασθέντος ποτὲ δεινοῦ ἀμνημονοῦντες.—THUCYDIDES, iii., 40. (e) Ταῦτα καὶ τοιαῦτα πράττειν, Αἰσχίνη, τὸν καλὸν κἀγαθὸν πολίτην δεῖ, ὧν κατορθουμένων μὲν μεγίστοις ἀναμφισβητήτως ὑπῆρχεν εἶναι, καὶ τὸ δικαίως προσῆν, ὡς ἑτέρως δὲ συμβάντων τὸ γοῦν εὐδοκιμεῖν περίεστι καὶ τὸ μηδένα μέμφεσθαι τὴν πόλιν μηδὲ τὴν προαίρεσιν αὐτῆς, ἀλλὰ τὴν τύχην κακίζειν τὴν οὕτω τὰ πράγματα κρίνασαν, οὐ μὰ Δί' οὐκ ἀποστ τάντα τῶν συμφερόντων τῇ πόλει, μισθώσαντα δ' αὑτὸν τοῖς ἐναντίοις, τοὺς ὑπὲρ τῶν ἐχθρῶν καιροὺς

« PreviousContinue »