Page images
PDF
EPUB
[blocks in formation]

B.S., B.C.E., AND MUS. BAC., FOR THE
DIPLOMA OF MUSICAL ASSOCIATE,
AND FOR THE PROFESSOR KERNOT
RESEARCH SCHOLARSHIP.

GREEK.-PART I. (TRANSLATION OF
PREPARED BOOKS.)

The Board of Examiners.

1. Translate, with brief notes in the margin where they appear necessary

(a) πολλάκις γὰρ συνερχόμεθά τινες εἰς ταὐτὸ παραπλησίαν ἡλικίαν ἔχοντες, διασῴζοντες τὴν παλαιὰν παροιμίαν. οἱ οὖν πλεῖστοι ἡμῶν ὀλοφύρονται ξυνιὄντες, τὰς ἐν τῇ νεότητι ἡδονὰς ποθοῦντες καὶ ἀναμιμνησκόμενοι περὶ πότους καὶ εὐωχίας καὶ ἄλλο ἄττα ἃ τῶν τοιούτων ἔχεται, καὶ ἀγανακτοῦσιν ὡς μεγάλων τινῶν ἀπεστερημένοι καὶ τότε μὲν εὖ ζῶντες, νῦν δὲ οὐδὲ ζῶντες· ἔνιοι δὲ καὶ τὰς τῶν

B

οἰκείων προπηλακίσεις του γήρως ὀδύρονται, καὶ ἐπὶ τούτῳ δὴ τὸ γῆρας ὑμνοῦσιν ὅσων κακῶν σφίσιν αἴτιον. ἐμοὶ δὲ δοκοῦσιν, ὦ Σώκρατες, οὗτοι οὐ τὸ αἴτιον αἰτιᾶσθαι. εἰ γὰρ ἦν τοῦτ ̓ αἴτιον, κἂν ἐγὼ τὰ αὐτὰ ταῦτα ἐπεπόνθη ἕνεκά γε γήρως.

(3) Εἰ ἄρα τὰ ὀφειλόμενα ἑκάστῳ ἀποδιδόναι φησί τις δίκαιον εἶναι, τοῦτο δὲ δὴ νοεῖ αὐτῷ, τοῖς μὲν ἐχθροῖς βλάβην ὀφείλεσθαι παρὰ τοῦ δικαίου ἀνδρός, τοῖς δὲ φίλοις ὠφέλειαν, οὐκ ἦν σοφὸς ὁ ταῦτα εἰπών· οὐ γὰρ ἀληθῆ ἔλεγεν· οὐδαμοῦ γὰρ δίκαιον οὐδένα ἡμῖν ἐφάνη ὃν βλάπτειν. Συγχωρῶ, ἦ δ' ὅς. Μαχούμεθα ἄρα, ἦν δ' ἐγώ, κοινῇ ἐγώ τε καὶ σύ, ἐάν τις

φῇ ἢ Σιμωνίδην ἢ Βίαντα ἢ Πιττακὸν εἰρηκέναι ἤ τιν' ἄλλον τῶν σοφῶν τε καὶ μακαρίων ἀνδρῶν. Εγωγ ̓ οὖν, ἔφη, ἕτοιμός εἰμι κοινωνεῖν τῆς μάχης. ̓Αλλ' οἶσθα, ἦν δ ̓ ἐγώ, οὗ μοι δοκεῖ εἶναι τὸ ῥῆμα τὸ φάναι δίκαιον εἶναι τοὺς μὲν φίλους ὠφελεῖν, τοὺς δ' ἐχθροὺς βλάπτειν ; Τίνος; ἔφη. Οἶμαι αὐτὸ Περιάνδρου εἶναι ἢ Περδίκκου ἢ Ξέρξου ἢ Ισμηνίου τοῦ Θηβαίου ἤ τινος ἄλλου μέγα οἰομένου δύνασθαι πλουσίου ἀνδρός.

(α) Πρῶτον δὴ ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς μυθοποιοῖς, καὶ ὃν μὲν ἂν καλὸν ποιήσωσιν, ἐγκριτέον, ὃν δ ̓ ἂν μή, ἀποκριτέον· τοὺς δ ̓ ἐγκριθέντας πείσομεν τὰς τροφούς τε καὶ μητέρας λέγειν τοῖς παισὶ καὶ πλάττειν τὰς ψυχὰς αὐτῶν τοῖς μύθοις πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν, ὧν δὲ νῦν λέγουσι τοὺς πολλοὺς ἐκβλητέον. Ποίους δή; ἔφη. Ἐν τοῖς μείζοσιν, ἦν δ' ἐγώ, μύθοις ὀψόμεθα καὶ τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους. ἢ οὐκ οἴει; Εγωγ', ἔφη· ἀλλ ̓ οὐκ ἐννοῶ οὐδὲ τοὺς μείζους τίνας λέγεις. Οὓς Ησίοδός τε, εἶπον, καὶ Ομηρος ἡμῖν ἐλεγέτην καὶ οἱ ἄλλοι ποιηταί.

- ·

2. Explain — λαμπὰς ἔσται τῇ θεῷ — αὕτη ἐκείνη ἡ εἰωθυία εἰρωνεία Σωκράτους—ὅταν τινὲς εἰσφοραὶ ὦσιν, ὁ δίκαιος ἀπὸ τῶν ἴσων πλέον φέρει—βαλλάντια ἀποτέμνειν—μουσική ; and comment on the construction of—οὐκ ἀπεσχόμην τὸ μὴ οὐκ ἐπὶ τοῦτο ἐλθεῖν—ἦ δ' ὃς ὁ Γλαύκων.

3. Who were the Sophists ? Describe the dialectic method of Socrates in dealing with them.

4. Translate, with short notes as above

او

(α) ΑΔ. λέγ', ὡς ἐμοῦ λέξαντος· εἰ δ ̓ ἀλγεῖς κλύων
τἀληθὲς, οὐ χρῆν σ' εἰς ἔμ' ἐξαμαρτάνειν.
ΦΕ. σοῦ δ ̓ ἂν προθνῄσκων μᾶλλον ἐξημάρτανον.
ΑΔ. ταὐτὸν γὰρ ἡβῶντ' ἄνδρα καὶ πρέσβυν θανεῖν;
ΦΕ. ψυχῇ μιᾷ ζῆν, οὐ δυοῖν, ὀφείλομεν.
ΑΔ. καὶ μὴν Διός γε μείζον ̓ ἂν ζῴης χρόνον.
ΦΕ. ἀρᾷ γονεῦσιν, οὐδὲν ἔκδικον παθών;
ΑΔ. μακροῦ βίου γὰρ ᾐσθόμην ἐρῶντά σε.
ΦΕ. ἀλλ ̓ οὐ σὺ νεκρὸν ἀντὶ σοῦ τόνδ' ἐκφέρεις ;
ΑΔ. σημεῖα τῆς σῆς, ὦ κάκιστ', ἀψυχίας.
ΦΕ. οὔτοι πρὸς ἡμῶν γ ̓ ὤλετ'· οὐκ ἐρεῖς τόδε.
ΑΔ. φεῦ.

(b)

εἴθ ̓ ἀνδρὸς ἔλθοις τοῦδέ γ' ἐς χρείαν ποτέ,
ΦΕ. μνήστευε πολλὰς, ὡς θάνωσι πλείονες.
ΑΔ. σοὶ τοῦτ ̓ ὄνειδος· οὐ γὰρ ἤθελες θανεῖν.
ΦΕ. φίλον τὸ φέγγος τοῦτο τοῦ θεοῦ, φίλον.
ΑΔ. κακὸν τὸ λῆμα κοὐκ ἐν ἀνδράσιν τὸ σόν.

τοίγαρ πολυμηλοτάταν

ἑστίαν οἰκεῖ παρὰ καλλίναον

Βοιβίαν λίμναν· ἀρότοις δὲ γυᾶν

καὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲν ἀελίου κνεφαίαν ἱππόστασιν αἰθέρα τὰν Μολοσσῶν τίθεται,

πόντιόν τ' Αἰγαιῶν ἐπ' ἀκτὰν

ἀλίμενον Πηλίου κρατύνει.

καὶ νῦν δόμον ἀμπετάσας δέξατο ξεῖνον νοτερῷ βλεφάρῳ, τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐν δώμασιν ἀρτιθανῆ· τὸ γὰρ εὐγενὲς ἐκφέρεται πρὸς αἰδῶ.

(c) φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως, "Αδμητε, μομφὰς δ' οὐχ ὑπὸ σπλάγχνοις ἔχειν σιγῶντ'. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν ἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος σὺ δ ̓ οὐκ ἔφραζες σῆς προκείμενον νέκυν γυναικὸς, ἀλλά μ' ἐξένιζες ἐν δόμοις, ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων. κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμην σπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς. καὶ μέμφομαι μὲν μέμφομαι παθὼν τάδε, οὐ μήν σε λυπεῖν ἐν κακοῖσι βούλομαι. ὧν δ' οὕνεχ ̓ ἥκω δεῦρ ̓ ὑποστρέψας πάλιν λέξω. γυναῖκα τήνδε μοι σῶσον λαβὼν, ἕως ἂν ἵππους δεῦρο Θρηκίας ἄγων ἔλθω, τύραννον Βιστόνων κατακτανών. πράξας δ' ὃ μὴ τύχοιμι, νοστήσαιμι γάρ, δίδωμι τήνδε σοῖσι προσπολεῖν δόμοις.

5. Parse ἔτλαν, ἐζεύξω, συθείς, ταφήσεται, προσήξαι, πρόβα.

6. Explain the case constructions in the following: οὔτ ̓ ἐπὶ γαίας πόδα πεζεύων—ἐλθὼν δὲ γαῖαν τήνδ' ἐβουφόρβουν ξένῳ οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται.

7. What is meant by "a pro-Satyric play"? What features of the Alcestis are due to its "proSatyric" character ?

« PreviousContinue »